Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.5.3 | Hdt. 7.6.4 (English) | >>Hdt. 7.8α.1 |
7.6.2 τοῦτο μὲν ἀπὸ τῆς Θεσσαλίης παρὰ τῶν Ἀλευαδέων ἀπιγμένοι ἄγγελοι ἐπεκαλέοντο βασιλέα πᾶσαν προθυμίην παρεχόμενοι ἐπὶ τὴν Ἑλλάδα · οἱ δὲ Ἀλευάδαι οὗτοι ἦσαν Θεσσαλίης βασιλέες . τοῦτο δὲ Πεισιστρατιδέων οἱ ἀναβεβηκότες ἐς Σοῦσα , τῶν τε αὐτῶν λόγων ἐχόμενοι τῶν καὶ οἱ Ἀλευάδαι , καὶ δή τι πρὸς τούτοισι ἔτι πλέον προσωρέγοντό οἱ ·
7.6.3 ἔχοντες Ὀνομάκριτον ἄνδρα Ἀθηναῖον , χρησμολόγον τε καὶ διαθέτην χρησμῶν τῶν Μουσαίου , ἀναβεβήκεσαν , τὴν ἔχθρην προκαταλυσάμενοι . ἐξηλάσθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου ὁ Ὀνομάκριτος ἐξ Ἀθηνέων , ἐπʼ αὐτοφώρῳ ἁλοὺς ὑπὸ Λάσου τοῦ Ἑρμιονέος ἐμποιέων ἐς τὰ Μουσαίου χρησμόν , ὡς αἱ ἐπὶ Λήμνῳ ἐπικείμεναι νῆσοι ἀφανιζοίατο κατὰ τῆς θαλάσσης .
7.6.4 διὸ ἐξήλασέ μιν ὁ Ἵππαρχος , πρότερον χρεώμενος τὰ μάλιστα . τότε δὲ συναναβὰς ὅκως ἀπίκοιτο ἐς ὄψιν τὴν βασιλέος , λεγόντων τῶν Πεισιστρατιδέων περὶ αὐτοῦ σεμνοὺς λόγους , κατέλεγε τῶν χρησμῶν · εἰ μέν τι ἐνέοι σφάλμα φέρον τῷ βαρβάρῳ , τῶν μὲν ἔλεγε οὐδέν , ὁ δὲ τὰ εὐτυχέστατα ἐκλεγόμενος ἔλεγε τόν τε Ἑλλήσποντον ὡς ζευχθῆναι χρεὸν εἴη ὑπʼ ἀνδρὸς Πέρσεω , τήν τε ἔλασιν ἐξηγεόμενος .
7.6.5 οὗτός τε δὴ χρησμῳδέων προσεφέρετο καὶ οἵ τε Πεισιστρατίδαι καὶ οἱ Ἀλευάδαι γνώμας ἀποδεικνύμενοι .
ch. 7
7.7.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.5.3 | Hdt. 7.6.4 (English) | >>Hdt. 7.8α.1 |